Ancient Greek
779.2
Basilius Theol., De Baptismo Libri Duo 779.2
Unproofread scanNot analysed yet
B3. Καθ' ὧν δὴ ἡ ἀπόφασις μία, δηλονότι ἓος καὶ ὁ κίνδυνος τοῖς πᾶσιν, ἕνος ἐλλειφθέντος. Εἰ γὰρ λέγει ὁ Κύριος, «Ἰῶτα ἕν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται 25, »πῶς μᾶλλον ἀπὸ τοῦ Εὐαγγελίου, αὐτοῦ τοῦ Κυρίου λέγοντος :«Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν (61); »«Ὅθεν τεθαρηχώς Ἰάκωβος ὁ ἀπόστολος ἀπεφήνατο εἰπών :«Ὥς ἂν ποιήσῃ ὅλον τὸν νόμον, πταίσῃ δὲ ἐν ἕνι, ἕται πάντων (62) ἕνοχος. »Ἐμαρὰ δὲ εἰπεῖν τοῦτο, ἐξ ὧν δὲ καὶ Κύριος μετὰ τοὺς μακαρισμούς καὶ τὰς ὑπὲρ ἀνθρώπων (63) μαρτυρίας καὶ ἐπαγγελίας τῷ Πέτρῳ δοὺς ἠπειλήσεν, ὅτι «Ἐὰν μὴ νίψω σε, οὐχ ἔχεις μέρος μετ' ἐμοῦ. »Παῦλος δὲ ὁ ἀπόστολος, ἀνταναπληρῶν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία, ἐν Χριστῷ λαλῶν διαμαρτύρεται, δι' ἃ μᾶλιστα βασιλείας οὐρανῶν οὐ κατισχύσεται (64) τις, καὶ θανάτου κρίματι ὑποπίπτει· ποτὲ μὲν εἰπὼν ὁριστικῶς, ὅτι «Οἱ τὰ τοιαῦτα πράσσοντες ἀξιοὶ θανάτου εἰσίν. »Διὰ τί δὲ οὐκ εἶπεν, ὅτι Οἱ ταῦτα (65), ἀλλ', «Οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείας οὐρανῶν οὐ κληρονομήσουσιν, »καὶ πάλιν καθολικώτερον, ὅτι «Ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. »καὶ ἀλλοχοῦ ὁμοίως. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ ἀπεφήνατο εἰπών :«Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὐθέως ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. »Ἐπιτηρητέον δὲ ἐνταῦθα ἀναγκαίως, ὅτι οὐ κατὰ ἁμαρτιῶν πολλῶν, ἀλλὰ καθ' ἕνος ἐστι τὸ οὕτω φοβερὸν καὶ ἀπαράβατον κρίμα, καὶ ταῦτα ἐκ τῶν συγχεχωρημένων, κἂν μόνην καὶ πρὸς ὀλίγον γοῦν ἀναβολὴν ἐμποιή (66) τῇ κατὰ πολλοὺς λόγους ἀναγκαίως ὀφειλομένῃ ἀπροφασίστῳ ταχυτάτῃ τε καὶ ἀμεττωρίστῳ ὑπακοῇ τῷ Δεσπότῃ. Ἐκ τούτων οὖν πάντων καὶ τῶν τοιούτων παιδευόμεθα, ὅτι χρή, πάντα ὁλοκλήρως καὶ νομίμως πληρῶσθαι, οἷς ἡ ἐπαγγελία τῆς βασιλείας τῶν οὐρανῶν ἐπαγγέλλεται (67), καὶ ὧν ἄνευ τῆς βασιλείας ἀπαγορεύεται χάρις, καὶ φυλαξάμενον ἀπὸ πάντων, δι' ὧν οὐδεὶς βασιλείαν οὐρανῶν κληρονομεῖ, οὕτω προσδοχᾶν καταισχύσαι τὰς ἐπαγγελίας. Δεῖ γὰρ τὸν