Ancient Greek
780.1
Basilius Theol., De Baptismo Libri Duo 780.1
Unproofread scanNot analysed yet
Α ἀγῶνα τῆς πρὸς Θεὸν εὐαρεσθήσεως οὐ μόνον κακίας πάσης ἀπηλλάχθαι, ἀλλὰ καὶ ἀλώβητον εἶναι καὶ ἀμωμον ἐν παντὶ ῥήματι Θεοῦ, Παύλου τοῦ ἀποστόλου μετὰ τὴν θεωρίαν τῆς μεγάλης (68) καὶ ἀνεξιδιήγητον εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ὑπὲρ τῆς ἡμετέρας δικαιοσύνης τε καὶ σωτηρίας ἐπαγαγόντος :«Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. »