Ancient Greek
780.2
Basilius Theol., De Baptismo Libri Duo 780.2
Unproofread scanNot analysed yet
4. Ὦσπερ γὰρ ὁ πτωχὸς τῷ πνεύματι, ἐὰν μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τὴν ἀπόφασιν· οὕτω πάλιν, «Ἐὰν μὴ περισσέυσῃ ἡ δικαιοσύνη πλεῖον (69) τῶν γραμματέων καὶ Φαρισαίων, ἡ ἄλλο τι τῶν τοιούτων ἐλλείψῃ, διὰ τὴν ὁμοίαν ἀπόφασιν οὐ καταξιούται τῆς βασιλείας. Γέγραπται γὰρ :«Ἵνα παραστήσῃ αὐτῷ ἑαυτῇ ἐνδοξὸν τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα, ἢ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ἦ ἁγία καὶ ἀμωμος. »Καὶ πολλὰ τοιαῦτα, ἅπερ σπουδαιότερόν τις ἀναγνούς, σφοδρότερον βεβαιούται, ὅτι χρή πάντα πληρῶσαι, ἵνα βασιλείας οὐρανῶν καταξιωθῇ. Ὅτι δὲ ὁ τῇ δικαιοσύνῃ περισσῶν, ἢ γεννηθεὶς ἀνωθεν, πάντων ὁμῶ τῶν κατορθωμάτων ἐφ’ ὧν τε οἱ μακάριοι κεῖνται, καὶ τῶν λοιπῶν τὴν τελείωσιν ἐπλήρωσε, καὶ ἐργάτης εἶναι τούτων καὶ τῶν τοιούτων ὁμολογῆται, ὁ λόγος ὁ περὶ τοῦ ἀνὸθεν γενηθέντος μικρὸν ὑστέρων ἀποδείξει Θεοῦ χάριτι. Ἐπειδὴ δέ, ὡς προεῖρηται, τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον θαυμασιωτάτου βαπτίσματος ἐπεζήτησε παρ’ ἡμῶν, πρὸς τοὺς εἰρημένους περὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀκόλουθον εἶναι λογίζομαι καταμαθεῖν ἡμᾶς ἐν βραχεῖ καὶ τὴν διαφορὰν τοῦ κατὰ Μωϋσῆν βαπτίσματος πρὸς τὸ τοῦ Ἰωάννου, καὶ τότε χάριτι Θεοῦ ἀξίους γενέσθαι κατανοήσα· τὸ ἐν τῷ βαπτίσματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπερέχον (70) θαῦμα ἐν ἀσυγκρίτῳ ὑπερβολῇ τῆς δόξης. Μεῖζον γὰρ τοῦ ἱροῦ ὧδε ἀπεφήνητο εἶναι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ μεῖζον τοῦ Σολομῶντος ὧδε, καὶ μεῖζον τοῦ Ἰωνᾶ (71) ὧδε. Καὶ ὁ Ἀπόστολος, προδιηγησάμενος τὴν τοῦ Μωϋσέως ἐν τῇ διακονίᾳ τοῦ νόμου τοῖς Ἰουδαίοις ἀπρόσιτον δόξαν, διαμαρτύρεται, ἐπαγαγών :«Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἐνεκεν τῆς ὑπερβαλλούσης δόξης. »Καὶ Ἰωάννης ὁ Βαπτιστής, οὗ μεῖζον ἐν γεννητοῖς γυναικῶν οὐδεὶς, μαρτυρεῖ, λέγων ποτὲ μὲν, «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι· »ποτὲ δέ, «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ἐκεῖνος δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· »καὶ πολλὰ τοιαῦτα. Ὅσον δὲ διαφέρει τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ὕδατος, τοσοῦτον ὑπερέχει δηλονότι καὶ ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ τοῦ βαπτίζοντος ἐν