Ancient Greek
786.2
Basilius Theol., De Baptismo Libri Duo 786.2
Unproofread scanNot analysed yet
γραμμένοι. «Χάρις τῷ Θεῷ, ὅτι ἦτε δούλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς τὴν παραδοθῆν τύπον διδαχῆς: »καὶ οὕτω τὸ συνημμένως ἐπενεχθὲν φυλάξει καταξιώθη, τὸ: «Συνεταφήμεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. »Διὰ τί; Ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Ἀνάγκη γὰρ τὸν ἀποθανόντα ταφῆναι, καὶ τὸν ταφέντα ἐν τῷ ὁμοιώματι τοῦ θανάτου ἀναστῆναι διὰ τῆς ἐν Χριστῷ τοῦ Θεοῦ χάριτος, καὶ μηκέτι διὰ τὰς ἁμαρτίας τὸ πρόσωπον τοῦ ἑαυ ἀνθρώπου ὡς πρόσκαυμα χύτρας ἔχειν, ἀλλ’ ἐν τῇ πυρί φανερωθέντων τῶν ἁμαρτημάτων, καὶ διὰ τοῦ αἵματος τοῦ Χριστοῦ τὴν ἄφεσιν λαβόντων, λοιπὸν διὰ τῆς ἐν καινότητι ζωῆς ἀπαστράπτειν τῇ ἐν Χριστῷ δικαιοῦματι ὑπὲρ πάντα λίθον τιμίων πολὺν.