Ancient Greek
786.3
Basilius Theol., De Baptismo Libri Duo 786.3
Unproofread scanNot analysed yet
11. Ἀποθέμενοι οὖν τὴν σκληρότητα τῆς ἀπειθείας, ἐπιδείξωμεθα μὲν εὐπειθείαν καὶ ὑπακοὴν ἐν τοῖς προστάγμασι, τὸ δὲ πνεῦματι ζέοντες, ἀναλαμψώμεν, καὶ τῆς μὲν τοῦ σκότους ἐξουσίας καθελκούσης εἰς θάνατον ῥυσθῶμεν. «Τὰ γὰρ ὀφείλημα τῆς ἁμαρτίας θάνατος: »Ἵνα καὶ ἐν ἡμῖν γένηται τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου: «Κατεπόθη ὁ θάνατος εἰς νῖκος: ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ἅδη, τὸ νῖκος; »τῷ δὲ Κυρίῳ, τῷ ἑλῶν τῆς δικαιοσύνης, πειθόμενοι, φωτισθῶμεν ὑπ’ αὐτοῦ καὶ καταξιωθῶμεν συνέσεως (91) καὶ δυνάμεως, ὥστε ἐν αὐτῷ δικαιοῦσθαι: καὶ μὴ μόνον αὐτοὶ λαμπρυνθῶμεν ὑπὲρ τὴν χιόνα (ἀληθὴς γὰρ ὁ ἐπαγγελλάμενος Θεός, ὅτι: «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικόν, ὡς χιόνα λευκάνω »),ἀλλὰ καὶ τοὺς ἐγγίζοντας ἡμῖν φωτίζωμεν: ποτὲ μὲν ἀκούοντες τοῦ Κυρίου (92), «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου: »ποτὲ δὲ ἀκούοντες καὶ ποιοῦντες τὸ, «Οὕτως λαμπάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλά ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. »Τότε πάντως καὶ ὁ Ἀπόστολος μαρτυρήσει ἡμῖν λέγων: «Ἐν οἷς φαίνεσθε ὡς φωστήρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. »Πῶς δὲ οὐ περισσοτέρως ἐπιφανὲς τὸ καινότερον τῆς ζωῆς, οὐκ ἐν συγκρίσει τῶν Ἑλλήνων καὶ κοσμικῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐν συγκρίσει καθ’ ὑπερβολὴν τῶν κατὰ νόμον δικαιοῦμενων; ὅταν μὴ μόνον προσθήκης καὶ τοῦ πλείονος μὴ ὀρεγώμεθα, ὡς καὶ οἱ τοῦ κόσμου ἄνθρωποι, ἀλλὰ μηδὲ τῶν προσόντων τε καὶ ἰδίων ἀντιποιώμεθα: φιλοτιμούμεθα δὲ ἐπ’ ἐξερεσίᾳ τῶν δεομένων ὑπὲρ τὸν νόμον. Οὐ μόνον γὰρ εἰς τοὺς πλησίον φέρομεν τὸ ἀγαθόν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἐχθροὺς καὶ πονηροὺς ἐκτείνομεν τὸ χρηστόν, ποιοῦντες κατ’ ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ, «Γίνεσθε (93) οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. »Πῶς δὲ οὐκ ἐν καινότητι ζωῆς περιπατήσωμεν, καὶ ὑπὲρ τοὺς γραμματεῖς καὶ Φαρισαίους τὴν δικαιοσύνην τελειοῦμεν,