Ancient Greek
787.2
Basilius Theol., De Baptismo Libri Duo 787.2
Unproofread scanNot analysed yet
12. Πῶς δὲ οὐ νεκρὸς τίς ἐστι καὶ τῷ νόμῳ, ὁ μὴ ἀντιποιούμενος τοῦ αἰρουμένου, ζῇ δὲ ἐν Χριστῷ, ὁ προσάρας καὶ τὸ ἱμάτιον; Καὶ πάσης δὲ τῆς κατὰ τὸν νόμον δικαιοσύνης τὴν περίσσειαν φυλάσσειν οἷμαι διδάσκόμεθα. Ὅτι δὲ οὐ μόνον τῷ κόσμῳ ἐσταυρῶσθαι, ἀλλὰ καὶ τῷ νόμῳ ἀποθανεῖν ἡμᾶς γρῆ, παρὰ τοῦ αὐτοῦ Ἀποστόλου ἐστὶ δογματικῶς μαθεῖν. Ποτὲ μὲν γὰρ λέγει· «Ἐγὼ μὲν κόσμῳ ἐσταυρώμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς (96)· ποτὲ δὲ μετὰ πολλὴν καύχησιν τῶν ἐν τῷ νόμῳ ἀνωτάτω εὐδοκιμήσεων, φησίν· «Ἄλλα μὲν οὖν καὶ ἤγομαι τὰ πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὕρῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτόν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ· εἰ πως κατανοήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν. »Καὶ μετ’ ὀλίγα, διδάσκων ἡμᾶς τὸ αὐτὸ φρονεῖν αὐτῷ, ἀποφαντικώτερον φησίν· «Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν. »