Ancient Greek
787.3
Basilius Theol., De Baptismo Libri Duo 787.3
Unproofread scanNot analysed yet
13. Καὶ ἀλλαχοῦ σφοδρότερον, ὡσπερ δόγμα ἀναγκαῖον ἐκτιθέμενος, λέγει· «Ὥστε καὶ ὑμεῖς ἐθανατωθῆτε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν, τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ· νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχοῦμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Τὸ γὰρ γράμμα, »τούτεστιν ὁ