Ancient Greek
788.1
Basilius Theol., De Baptismo Libri Duo 788.1
Unproofread scanNot analysed yet
A νόμος, «ἀποκτείνει (97)· τὸ δὲ πνεῦμα, »τοῦτέστι τὸ ῥῆμα τοῦ Κυρίου, «ζωοποιεῖ. »Καθὼς αὐτὸς φησιν, ὅτι «Ἡ σὰρξ οὐχ ὠφελεῖ οὐδὲν· τὸ πνεῦμα ἐστι τὸ ζωοποιοῦν. Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή ἐστι. »Μαρτυρεῖ δὲ καὶ (98) ὁ ἐγχεριστὸς τῶν ἀποστόλων, εἰπών· «Πρὸς τίνα ἀπελεύσεσθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. »Ὅπερ ἐν πληροφορίᾳ ἀληθείας δι’ ἐπιμελείας σπουδαιώτερας φυλάσσοντες, φυγεῖν δυνάμεθα τὸ φοβερὸν ἐκεῖνο κρίμα τὸ ὑπὸ τοῦ Μωϋσέως μὲν μετὰ ἀπειλῆς προφητικῶς γεγραμμένον· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν ἐνταλῇ ὑμῖν (99). Ἔσται δὲ, Πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ· ὑπὸ δὲ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὗ μεῖζον ἐν γεννημένοις γυναικῶν οὐδείς, φοβερώτερον ἀποφαντικῶς εἰρημένον, ὅτι «Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐχ ὄψεται τὴν ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει (1) ἐπ’ αὐτόν. »«Ἴνα δὲ ὁ μὲν ἐν τῷ βαπτίσματι τοιοῦτος θάνατος, καὶ ἡ ἐν τῷ αὐτῷ τοιαύτη ταφὴ μὴ ἐν προσδοκίᾳ φθορᾶς καὶ ἀπωλείας παράσχῃ λύπην· ἡ δὲ καινότης τῆς ζωῆς, στέρεστος καταβολὴ ὑπερβολῆς, τῆς ἐνδόξου ἀναστάσεως τὴν ἐλπίδα βεβαιομένην, ἐπικρατῇ λέγων· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. »Ἐὰν γὰρ ἐν τῷ τοιούτῳ ὁμοιώματι τοῦ θανάτου ἀποθανόντες καὶ συνταφέντες τῷ Χριστῷ ἐν καινότητι ζωῆς περιπατήσωμεν, οὐ νεκρότητος φθορὰν ἐκδεξόμεθα, ταφὴν δὲ καὶ ὡσπερ φυτείαν σπερμάτων μιμούμεθα· νεκρούσιντες μὲν ἑαυτοὺς τοῖς ἀπηγόρουμενοις, καὶ τὴν πίστιν δι’ ἀγάπης ἐνεργουμένην ἐπιδεικνύντες, γινόμεθα ἀξιοὶ τὰ αὐτὰ τῷ Ἀποστόλῳ εἰπεῖν μετ’ ἐλπίδος (2) τῶν αὐτῶν· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὅς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· »αὐτοῦ μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ αἰτοῦντος μὲν παρὰ τοῦ Πατρός, καὶ λέγοντος· «Ἀδὲ, Πάτερ, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ οὗτοι (3) μετ’ ἐμοῦ ὦσι· »παραγγέλλοντος δὲ ἡμῖν, καὶ ἐπαγγελλομένου ἐν τῷ εἰπεῖν· «Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθήτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ἐμοῦ ἔσται· »μαρτυροῦντος δὲ Παύλου τοῦ ἀποστόλου, καὶ ἐν Χριστῷ προφητεύοντος, διὰ