Ancient Greek
792.51
Basilius Theol., De Baptismo Libri Duo 792.51
Unproofread scanNot analysed yet
φρικωδεστέρας ἀπειλῶν, καὶ ἀγαθῶς καὶ ποθεινωτά- αἰῶνος. τῆς ἐπαγγελίας, ἐν τῷ εἰπεῖν · «Τὰ γὰρ ὀφειλόμενα τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, »μμεῖσθαι (21) πάλιν τὸν Κύριον, καὶ τῆς κατὰ νόμον δικαιοσύνης χρείαν ἔχοντες ἡμεῖς γενέσθαι παιδεύει, ἐπαγαγὼν · «Ἡ ἀγνοεῖτε, ἀδελφοί (γινώσκουσι γὰρ νόμῳ λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ; Ἡ γὰρ ὑπανδρος γυνὴ τῷ ζῶντι ἀνδρί δεδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρός, μοιχαλὶς χρηματίσει (22), ἐὰν γένεται ἀνδρί ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρί ἑτέρῳ. Ἄρατε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, B ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατεῖχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος, »καὶ τὰ ἕξης. Δι’ ὧν παιδεύομεθα θαυμάζειν τὴν ἀνεξιχνίαστον φιλανθρωπίαν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, καὶ φρικωδέστερον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.