Ancient Greek
793.2
Basilius Theol., De Baptismo Libri Duo 793.2
Unproofread scanNot analysed yet
19. Τὴν δὲ διαφοράν τοῦ πνεύματος πρὸς τὸ γράμμα, ἐν ἑτέρῳ τόπῳ σύγκρισιν ποιούμενος τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου, κατὰ ἀπόφασιν δείκνυσι, λέγων · «Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ· »γράμμα δὲ λέγων τὸν νόμον, ὡς διὰ τῶν προγεγραμμένων καὶ ἐπιφερομένων δηλοῦται (23) · πνεῦμα δὲ τὴν τοῦ Κυρίου διδασκαλίαν, αὐτοῦ τοῦ Κυρίου εἰπόντος · «Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωὴ ἐστιν. »Εἰ δὲ ἡ κατὰ νόμον δικαιοσύνη σπουδαζομένη τισὶ τῶν ἐν τῇ βαπτίσματι καθαρῶν λογισάτων ἐαυτοὺς τῷ Θεῷ μαχθεῖν ἐαυτοὺς ζῆν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι, μοιχείας κρίμα ἐπάγει, ὡς διὰ τῶν προειρημένων σαφῶς δέδεικται, τί ἄν τις εἴποι περὶ παραδόσεων ἀνθρωπίνων; Περὶ δὲ τῆς κατὰ νόμον δικαιοσύνης ὁ αὐτὸς Ἀπόστολος σφοδρότερον ἀποφαίνεται, εἰπὼν · «Ἄλλα μὲν οὖν καὶ ἅγούμαι τὰ πάντα ζημίαν εἶναι διὰ τὸ ὑπὲρ ἄγαν τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου (24), δι’ ὃν τὰ πάντα ἐξζημιώθην, καὶ ἅγούμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ Ἰησοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην. »Περὶ μὲν οὖν παραδόσεων ἀνθρωπίνων τὸ κρίμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου ῥημάτων· περὶ δὲ λογισμῶν ἰδίων ἐν σοφίᾳ ἀνθρωπίνῃ ἀγωνιστικώτερον τὴν καθαίρεσιν ποιεῖ—