Ancient Greek
794.2
Basilius Theol., De Baptismo Libri Duo 794.2
Unproofread scanNot analysed yet
20. Καιρὸς ἄν εἴη λοιπὸν εἰς κατανοήσιν ἡμᾶς ἰδεῖν, καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως σύνεσιν ἡμᾶς λαβεῖν (27), καὶ γνῶναι τί ἐστι· τὸ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι. Πρῶτον μὲν οὖν ἐκάστου ὀνόματος ἰδαν ζῶντως τὴν τοῦ ὀνομαζομένου δόξαν γνωρίζειν ἀναγκαῖον· ἔπειτα εἰδεῖν, ὅτι τὸ ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι αὐτὸς ὁ Κύριος σαφηνίζει, λέγων· «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν, »ἵνα, τῆς κατὰ σάρκα γεννήσεως τὴν ἀκολουθίαν ἀντὶ ὑποδείγματος λαβόντες, ἐκ τοῦ γνωριμωτέρου πράγματος (28) τὸ δόγμα τῆς εὐσεβείας σαφῶς καὶ ἀληθῶς παιδευθῶμεν· εἰδότες, καὶ πεπεισμένοι ἀκριβῶς, ὅτι, ὡςπερ τὸ κατὰ σάρκα ἐκ τινος γεννηθέν τοιοῦτόν ἐστιν, οἷόν ἐστι τὸ ἐξ οὗ ἐγεννήθη, οὕτω καὶ ἡμᾶς ἐπάνωχες ἐκ τοῦ πνεύματος γεγεννημένους, πνεῦμα γενέσθαι· πνεῦμα δὲ οὐ κατὰ τὴν μεγάλην καὶ ἀκατάληπτον ἀνθρωπίνῃ διανοίᾳ δόξαν τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τὴν ἐν τῇ