Ancient Greek
794.1
Basilius Theol., De Baptismo Libri Duo 794.1
Unproofread scanNot analysed yet
σὺν τῷ Ἀποστόλῳ ἐδίδαξεν, εἰπών· «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς κατάλυσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ὑπεραιρόμενον κατὰ τὴν γνώσεως τοῦ Θεοῦ. »Ἡ δὲ περὶ δικαιοσύνης τῆς ἐκάστῳ φαινομένης, χἂν διὰ Θεὸν ἢ ἐπισταδασμένης γιγνομένης· περὶ τῆς φησι πάλιν ὁ αὐτός· «Μαρτυροῦ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στήσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπέταξαν. »Ὡς ἐκ τούτων καὶ τῶν τοιούτων φανερὸν εἶναι (26) τὸ κρίμα τῶν θελόντων σοφίζεσθαι τὰ κρίματα τοῦ Θεοῦ. Γέγραπται γὰρ «Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. »τοῦ Κυρίου φανερώτερον ἀποφηνάμενον, ὅτι ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς τὸ παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Διὰ περ πάντων οὖν καθαρεύσαι ἀναγκαῖον, τῶν τε τοῦ διαβόλου ἐπιθυμιῶν, καὶ τῶν τοῦ κόσμου μεριμνῶν, καὶ τῶν ἀνθρωπίνων παραδόσεων, καὶ τῶν ἰδίων θελημάτων, χἂν εὐπροσώποτεροι εἶναι δόξωσι, καὶ ὑπὸ τοῦ νόμου συνηγορῶνται, ἐὰν καὶ πρὸς ὀλίγον ἀναβολὴν ἐμπορίσωσι τῇ ἀφελείᾳ ὀφείλει σπουδῇ τῶν θελημάτων τοῦ Θεοῦ· ἵνα οἱ ἐν τῷ παρόντι βαπτίσματι ὁμολογήσαντες συνεσταυρωθῆναι τῷ Χριστῷ, συνεθανεῖν, συνετάφθαι, συμπεφυτευθῆναι, συνεγερθῆναι, παράρρησιν ἔχωσι μετὰ ἀληθείας εἰπεῖν· «Ἐγὼ τῷ κόσμῳ ἐσταυρώθην (πολὺ δὲ πρότερον τῷ διαβόλῳ), καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός· »· περισσεῖν τὴν κατὰ τὸν νόμον δικαιοσύνης διδάσκων, ἵνα βασιλείας οὐρανῶν καταξιωθῶσιν.