Ancient Greek
799.1
Basilius Theol., De Baptismo Libri Duo 799.1
Unproofread scanNot analysed yet
A δένδρον καλόν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν· καὶ πάλιν· «Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἔνδον τοῦ ποτηρίου, καὶ τότε τὸ ἔκτος αὐτοῦ ἔσται καθαρόν ὅλον· ἐκ περισσεύματος καρδίας ἀγαθῆς καρποφοροῦμεν, ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα, εἴτε δι’ ἔργων, εἴτε διὰ λόγων εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, φυλάσσοντες πανταχοῦ τὸ ἄλυτον τῷ ἁγίῳ Πνεύματι· καὶ οὕτως φύγωμεν τὸ κρίμα τοῦ αὐτοῦ Κυρίου εἰπόντος· «Οὐαὶ ὑμῖν, ὅτι ὁμοιοῦ ἐστε τάφοις κεχωνιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας· οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοὶ ἐστε ὑποκρίσεως καὶ ἀνομίας (49).