Ancient Greek
799.2
Basilius Theol., De Baptismo Libri Duo 799.2
Unproofread scanNot analysed yet
B 26. Διόπερ πρὸ μὲν βαπτίσματος μαθητευθῆναι χρή, τὰ κωλυτικὰ τῆς μαθητείας περιαιρούμενους πρῶτον, καὶ οὕτω πρὸς τὴν μαθητείαν ἐπιτρέπειν ἑαυτοὺς παρασκευάζειν, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι’ ὑποδειγμάτων πιστωσαμένου τὴν προγενομένην ἀπόφασιν, καὶ πάλιν δογματικῶς ἐπενεγκόντος· «Οὕτω πᾶς ἅς ἑαυτὸν, ὅς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται μοῦ εἶναι μαθητής· καὶ πάλιν προστακτικῶς· «Εἴ τις ἔρχεται πρὸς μέ, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ πάλιν ὁριστικῶς· «Ὁς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν, καὶ ἀκολουθεῖ ὁπίσω μου, οὐκ ἔστι μοι ἄξιος· Τούτους καὶ τοιούτους διαπρῶτον λόγους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος· «Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ἀνέφθη; ἐκδηλοῦ γενομένης τῆς τῶν ἁμαρτημάτων χαχίας, καὶ φανερουμένης τῆς ἀρετῆς (50) τῶν εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ κατορθουμένων, ἐρχόμεθα πάντως εἰς ἐπιθυμίαν καὶ ὁμολογίαν τῶν παρὰ τοῦ Ἀποστόλου (51) εἰρημένων· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με λύσει ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, πούλεῖπόντος· «Τοῦτο μοῦ ἐστιν τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· μαρτυρούντος τοῦ Ἀποστόλου ἐν τῇ εἰπεῖν· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων· καὶ τότε ἐρχόμεθα εἰς τὸν τῆς ὑδάτι βαπτίσμα, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ, τοῦ θανάτου, τῆς ταφῆς, τῆς ἐκ νεκρῶν ἀναστάσεως· συνθήκας κατατιθέμενοι, καὶ φυλάσσοντες τὰς ὑπ’ αὐτοῦ τοῦ Ἀποστόλου ἐν τῇ περιχοπῇ τοῦ τοιούτου βαπτίσματος ἐπεσφραγισμένας (52), διὰ τοῦ εἰπεῖν· «Εἰδότες, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνῄσκει·