Ancient Greek
804.4
Basilius Theol., De Baptismo Libri Duo 804.4
Unproofread scanNot analysed yet
ΑΠΟΚΡΙΣΙΣ. 1. Εἰ πάντες οἱ τῆς βασιλείας τοῦ Θεοῦ ἐπιθυμοῦντες (71) τῆς τοῦ βαπτίσματος χάριτος ὁμοίως καὶ ἀναγκαίως ἀντιποιούμεθα καὶ ἐπιδημέθα, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, εἰπόντος· «Ἐὰν μὴ τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, »πάντες ἄρα ὁμοίως ἡμῖν ὀφείλεται τῷ αὐτῷ λόγῳ στοιχεῖν τοῦ βαπτίσματος, τοῦ Ἀποστόλου κοινῶς πᾶσι τοῖς βαπτισθεῖσι λέγοντος· «Ἠγνοεῖτε, ἀδελφοί, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν ; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἡγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν, »καὶ τὰ ἕξης. Καὶ ἐν ἑτέρῳ τόπῳ ἐντεττικώτερον καὶ σαφέστερον ἡμῖν παραδίδωσι τοιοῦτον δόγμα, εἰπών· «Ὀσοὶ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. »Καθὼς πάλιν πρὸς πάντας φησίν· «Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι (72), ἐν ᾧ καὶ συνῃγέρθητε διὰ τῆς πίστεως. »Ἄρα πᾶς ὁ βαπτισθεὶς τὸ τοῦ Εὐαγγελίου βάπτισμα ὀφειλέτης ἐστὶ κατὰ τὸ Εὐαγγέλιον ζῆν καὶ δι' ὧν εἶπεν ἀλλοχόυ· «Μαρτύρομαι πᾶντι ἄνθρωπῳ περιτενυομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι (73). »