Ancient Greek
804.6
Basilius Theol., De Baptismo Libri Duo 804.6
Unproofread scanNot analysed yet
2. Σαφῶς οὖν συνίσταται, ὅτι πᾶς ὁ βαπτισθεὶς τὸ ἐν βαπτίσμα, καθὼς γέγραπται, ἐπίσης ὀφειλέτης ἐστὶ κατὰ τὸν λόγον τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος πληρῶσαι τὸ γεγραμμένον ὑπ' αὐτοῦ τοῦ Ἀποστόλου. «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντες τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν (74) ἀποθανόντι καὶ ἐγερθέντι. »Εἰ γὰρ ὁ περιτμηθεὶς μέρος τι τοῦ σώματος, τὴν κατὰ Μωϋσῆν περιτομὴν, ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι, πῶς μᾶλλον ὁ περιτμηθεὶς τὴν κατὰ Χριστὸν περιτομὴν ἐν τῇ ἀπεκδύσει ὅλου τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, καθὼς γέγραπται, ὀφει-