Ancient Greek
808.2
Basilius Theol., De Baptismo Libri Duo 808.2
Unproofread scanNot analysed yet
2. Περὶ δὲ τῶν δοκούντων ἐναντιῶσιν τινα ἔχειν, χρεῖστὸν ἐστιν ἑαυτῷ καταψηφίσασθαι, ὡς μὴ ἐλθόντος εἰς κατανόησιν τοῦ πλοῦτου τῆς σοφίας, καὶ ὅτι δύσκολον τῶν ἀνεξερεύνητων κρίματων τοῦ Θεοῦ ἐφικέσθαι, ἢ ὑπόδικον γενέσθαι τῷ κρίματι τῆς θρασύτητος καὶ τῆς αὐθαδείας, καὶ ἀκούσαι, «Ἄσεβὴς ὁ λέγων βασιλεῖ, Παρανομεῖς· »καὶ, «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; »Εἰ δὲ καὶ τὰ πολλὰ τοῖς πολλοῖς φανερὰν ἔχειν δοκεῖ τὴν λύσιν, ὅμως ἐπὶ τῶν δοκούντων ἐναντιῶσιν ἔχειν (96) ὀφείλομεν παρατηρεῖν, ὅτι, ὅταν μὲν τῷ προστάγματι δοκῇ ἐναντίον τι εἶναι ῥῆμα ἢ ἔργον, ἀναγκαῖον αὐτὸν ἕκαστον τῷ προστάγματι πειθαρχεῖν, καὶ μὴ τῷ βάθει τοῦ πλοῦτου καὶ τῆς σοφίας ἐπισκήπτειν, ἢ προφασίζειν D τὰς πράξεις εἰς ἁμαρτίας· τοῦτο γὰρ προστάγματι τῷ Θεῷ, καὶ ἀκίνδυνον εἶναι μεμαθηκασιν ἐκ τῶν θεοπνεύστων Γραφῶν· ὅταν δὲ πρόσταγμα προστάγματι ἐναντίως ἔχειν δοκῇ, ἵνα τὰς ὑποθέσεις καταμανθάνωμεν (97) ,καὶ ὁλοκλήρως τὴν περιχοήν