Ancient Greek
809.1
Basilius Theol., De Baptismo Libri Duo 809.1
Unproofread scanNot analysed yet
ἀναγινώσκοντες, οὕτω τὸ ἄμαχον ἐπιγιγνώσκωμεν, καὶ τὸ ἑκάστῳ ἀρμόζον πρὸς τὸν σκοπὸν τῆς ἡμῶν κλή-σεως φυλάξωμεν, εἰς ἃ ἀμφότερα τείνει τὰ προστάγ-ματα· τὰ μὲν νόσον θεραπεύοντα, τὰ δὲ προκοπὴν ἐμποιοῦντα πρὸς τελείωσιν ἄγουσαν τῆς πρὸς Θεὸν εὐσεβήσεως, τοῦ Κυρίου λέγοντος ποτὲ μὲν, «Ὑδῆ-εις, λύχνον ἄφας, χρῦπτε αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἐμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλά ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. »Ποτὲ δὲ, «Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ (98) ἀριστερά, τί ποιεῖ ἡ δεξιά σου. »