Ancient Greek
810.1 to 810.36
Basilius Theol., De Baptismo Libri Duo 810.1-36
Unproofread scanNot analysed yet
A γονεύσι, καὶ τὰ παιδία τοῖς διδασκάλους, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φωνήν, εἰπόντος· «Ἐὰν μὴ τις δεξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. »E' ΕΡΩΤΗΣΙΣ Ε'. *Εἰ παντὸς ῥήματος ἡ ἀπειθεῖα ἀξία ὀργῆς καὶ θανάτου, κἂν ἰδίως τῷ καθ' ἕκαστον μὴ ἡ συνημμένη ἡ ἀπειλή. *ΑΠΟΚΡΙΣΙΣ. 1. Περί μὲν τοῦ, εἰ (3) παντὸς ῥήματος ἡ ἀπειθεῖα ἀξία ὀργῆς καὶ θανάτου, εἴρηται μὲν πλατύτερον ἐν τῇ περὶ τῆς συμφωνίας ἐπιστολῇ· ἵνα δὲ καὶ νῦν μίας ἢ δευτέρας ἐκ πολλῶν μνημονεύσῃμεν μαρτυρίας, ἀκούσωμεν Ἰωάννου μὲν τοῦ Βαπτιστοῦ λέγοντος· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ (τὸ δὲ ἀόριστον παντὸς ἐστι περιληπτικόν) οὐκ ὄψεται τὴν ζωήν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν· »αὐτοῦ δὲ τοῦ Κυρίου ὁριστικῶς ἀποφηνάμενου· «Ἴστα ἐν, ἡ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. »Εἰ δὲ τὰ τοῦ νόμου οὕτως, πῶς μᾶλλον τὰ τοῦ Εὐαγγελίου; καθὼς αὐτὸς ὁ Κύριος πολλάκις ἐπισήμαντο. Περί δὲ τοῦ, κἂν ἰδίως τῷ καθ' ἕκαστον μὴ ἡ συνημμένη ἡ ἀπειλή, ἀρκεῖν μὲν λογίζομαι τοῖς πιστοῖς, αὐτοῦ τοῦ Κυρίου μνημονεύσαι εἰπόντος ἐν τῇ περικοπῇ τῆς μετὰ τοὺς μακαρισμοὺς διδασκαλίας· ἐν ᾗ πολλῶν μὲν ἐμνημόνευσε τῶν ἀπηγορευμένων, καὶ τοῖς μὲν προσέθηκε καὶ τὴν ἀπειλήν, εἰπών· «Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός· »καὶ πολλὰ τοιαῦτα· τοῖς δὲ μὴ προσέθηκε· ὥσπερ ἐν τῷ εἰπεῖν, ὅτι «Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· »καὶ τὸ, «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὁμῶσαι ὅλως· »καὶ μετ' ὀλίγα· «Ἔσται δὲ ὁ λόγος ὑμῶν, Ναί, ναί· οὔ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. »Καὶ πολλὰ