Ancient Greek
809.2
Basilius Theol., De Baptismo Libri Duo 809.2
Unproofread scanNot analysed yet
3. Καὶ πολλὰ τοιαῦτα εὑροῖς ἂν παρὰ τε τοῖς εὐαγ-γελισταῖς καὶ τῷ Ἀποστόλῳ. Ἐὰν δὲ ἡ μὲν ἐντολὴ δοθῇ, πῶς δὲ γένηται, μὴ ἐπενεχθῇ, ἀνασυγχόμεθα τῷ Κυρίῳ λέγοντος· «Ἐρευνᾶτε τὰς Γραφάς, »καὶ μι-μησόμεθα τοὺς ἀποστόλους αὐτὸν τὸν Κύριον ἐπερω-τήσαντας τὴν ἐρμηνείαν τῶν παρ’ αὐτοῦ εἰρημένων καὶ τῶν παρ’ αὐτοῦ ἐκ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων, μαθάναι τὸ ἀληθὲς καὶ σωτήριον ὡς περ ἐπὶ τοῦ, «Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, »ἐκ τε τῶν τῷ νεανίσχῳ προστεταγμένων παιδευσόμεθα, αὐ-τοῦ τοῦ Κυρίου εἰπόντος· «Πωλήσῃ σου τὰ ὑπάρ-χοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐ-ρανῷ· »καὶ ἐκ τῶν εἰρημένων πρὸς τοὺς ἐπιθυμοῦντας βασιλείαν οὐρανῶν χληρονομεῖν· «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ἠδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐ-ράνιος, δοῦναι (99) ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκ-λειπτον ἐν τοῖς οὐρανοῖς. »Ἐὰν δὲ καὶ κίνδυνος παρ-έπηται τῇ τηρήσει τῆς ἐντολῆς, ἥτις ἐστὶ καύχημα ἡμῶν, μνημονεύσωμεν τοῦ Ἀποστόλου εἰπόντος· «Κα-λὸν μοι μᾶλλον ἀποθανεῖν, ἢ τοῦ καυχήματός μου ἵνα τις κενώσῃ· »καὶ ἀλλαχοῦ πλατύτερον· «Τίς ἡμᾶς χω-ρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενο-χωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; »καὶ τὰ ἕξης. Δι’ ὧν σφοδρότερον παιδευσόμεθα τηρεῖν τὰς ἐντολὰς, καὶ περισσοτέραν δοῦναι (1) ἀπόδειξιν τῆς πρὸς τὸν Κύριον ἀγάπης, εἰ-πόντα· «Ὁ ἀγαπῶν με, τὰς ἐντολὰς μου τηρήσει, »καὶ πολλάκις ὁμοίως· ἐπὶ δὲ τῶν λοιπῶν μιμεῖσθαι τὸν Ἀπόστολον, καὶ λέγειν· «Ὁ βάθος πλούτου, καὶ σο-φίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου· »τοῦ ἐξ οὐρανῶν καταλδόντος, καὶ τὰ τοῦ Πατρὸς ἡμῖν ῥήματα ἀπαγγειλάντος (2); Ὁ πιστεύειν ἀναγκαῖον καὶ σωτήριον, ὡς τὰ τέκνα τοῖς