Ancient Greek
813.4
Basilius Theol., De Baptismo Libri Duo 813.4
Unproofread scanNot analysed yet
#ΑΠΟΚΡΙΣΙΣ. Ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ τοῦ Θεοῦ λέγοντος· Ὁ ἁμαρτωλὸς ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτείνων (17) κύνα, καὶ ὁ προσφέρων σμίκδαλιν ὡς αἷμα ὕιον, καὶ τοσαύτην περὶ τῶν προσφερομένων εἰς θυσίαν νομοθετήσαντος ἀχριδειαν, καὶ τὸ φοβερὸν χρήμα κατὰ τοῦ πλημμελησαντος θέτονς· ἐν δὲ τῇ Καινῇ Διαθήκῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις εἰπόντος, ὅτι ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ, Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· καὶ, Οὐ δύνασαι Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ φανερώτατα δογματίσαντος· Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ (18) ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· εἰ δὲ περὶ τῶν μέσων τοιαύτη ἀπόφασις, τί δὲ τις εἴποι περὶ τῶν ἀπηγορευμένων; Διὰ δὲ τοῦ Ἀποστόλου· Μὴ γίνεσθε ἑτεροζύγουντες ἀπίστοις· τὶς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τὶς κοινωνία φωτὶ πρὸς σκότος; τὶς δὲ συμφώνησις Χριστῷ πρὸς Βελιάρ; ἢ τὶς μερὶς πιστῷ μετὰ ἀπίστου; τὶς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; τὸ παντάπασιν ἀδύνατον καὶ ἀπαρέσχον Θεῷ, καὶ ἐπικίνδυνον τῷ τολμῶντι δεδήλωται.