Ancient Greek
814.1 to 814.39
Basilius Theol., De Baptismo Libri Duo 814.1-39
Unproofread scanNot analysed yet
A Διόπερ παρακαλῶ, ὡς διδάσκει ὁ Κύριος, ποιήσωμεν τὸ δένδρον καλόν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, καὶ καθαρίσωμεν πρῶτον τὸ ἔντος τοῦ ποτηρίου καὶ τῆς παροΐδος, καὶ τότε τὸ ἔκτος αὐτοῦ ἔσται καθαρὸν ὅλον. Καὶ διὰ τοῦ Ἀποστόλου παιδευθέντες, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ τότε ἐπιτελῶμεν ἀγιωσύνην ἐν ἀγάπῃ Χριστοῦ, ἵνα εὐαρεστοὶ τῷ Θεῷ καὶ εὐπρόσδεκτοι τῷ Κυρίῳ γινώμεθα (19) εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Η' ΕΡΩΤΗΣΙΣ Η'. Εἰ εὐπρόσδεκτόν ἐστι τῷ Θεῷ τὸ ἔργον τῆς ἐντολῆς, μὴ ἀκολούθως κατ' ἐντολὴν τοῦ Θεοῦ τινόμενον. ΑΠΟΚΡΙΣΙΣ. 1. Τούτου τοῦ ἐρωτήματος σαφήνειαν καὶ ὡςπερ κανόνα τινὰ κατὰ παντὸς τοῦ τοιούτου πράγματος παιδευόμεθα παρὰ μὲν τῆς Παλαιᾶς Διαθήκης, ὡς ἐν προσώπῳ τοῦ Θεοῦ λεγούσης: «Ἐὰν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἥσι- χασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ· »ὡς μὴ μόνον ἀπρόσδεκτον εἶναι τὸ προσενεχθὲν μὴ νομίμως, ἀλλὰ καὶ εἰς ἁμαρτίαν λογίζεσθαι τῷ οὕτω προσενεχθέντι. Καθ' ὁμοιότητα δὲ τοῦ Ἀποστόλου ἐστιν, ὥσπερ δι' ὑποδείγματος ἀνθρωπίνου, τὸν τῆς θεοσεβείας ἀπαράβατον κανόνα καθολικῶς κατὰ πάντων μαθεῖν, εἰπόντος: «Κἂν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλῇ. »Μετὰ πλείονος δὲ φόβου, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεύσαι ἐστιν, ὅρον ἐκθεμένου ἐν τῷ εἰπεῖν: «Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως. »Τὸ γὰρ, «οὕτως, »εἰπὼν, ἔδειξεν, ὅτι ὁ μὴ οὕτως ποιῶν τοῦ μακαρισμοῦ ἐκπίπτειν· ὡς ἐκ πολλῶν τῶν τε ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ ἱστορουμένων καὶ λεγομένων ἐστιν ἀκριβῶς μαθεῖν καὶ πληροφορηθῆναι. Τὸ δὲ, «μὴ οὕτως, »γίνεται ἢ παρὰ τόπον, ἢ παρὰ καιρόν, ἢ παρὰ πρόσωπον, ἢ παρὰ πρᾶγμα, ἢ παρὰ μέτρον, ἢ παρὰ τάξιν, ἢ παρὰ διάθεσιν, ἢ παρὸν ὁρμὴν, αὐτὸ δὲ μὴ ἐν τῷ εἶναι, ἢ παρὰ τὸ εἶναι, ἢ παρὰ τὸ μὴ εἶναι, ἢ παρὰ τὸ εἶναι, ἢ πα