Ancient Greek
815.1
Basilius Theol., De Baptismo Libri Duo 815.1
Unproofread scanNot analysed yet
Καὶ πολλὰ ἄν τις εὑροῖ παρὰ τόπον ἐπικινδύνως γι- A νομένα, ἥτοι κατεγνωσμένων. Πάλιν δὲ τοῦ Ἀποστόλου μνημονεύοντες εἰπόντος· «Ταῦτα τυπικῶς συνἐβασιν ἐκεῖνοι· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν (22)· »ἰδωμεν εἰ μὴ τὰ νενομοθετημένα ὑπὸ τοῦ Θεοῦ πρὸς θυσιαστείαν, κοινωνίαν ἔχοντα πρὸς ἀλήλην, τὴν διαφοράν ἐρύλασεν ἀπαράδεκτος. Τὰ μὲν γὰρ ἀφώριστο τῇ Ἱερουσαλήμ, καὶ ἔξω ποιήσαντες ἐκινδύνευσον· τὰ δὲ καὶ πλέον, ὅτι καὶ ἐν αὐτῷ τῷ ναῷ καὶ τῷ θυσιαστηρίῳ, καὶ ἐν αὐτῇ τῇ Ἱερουσαλήμ, ἢ ἄλλοις τόποις, ἄλλα τοῖς πρὸς Θεοῦ λατρείαν ἤν ἐγχεκριμένα (23), καὶ οὔτε τὰ ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ γινόμενα ἐν ἄλλοις τόποις τῆς Ἱερουσαλὴμ γίνεσθαι ἐτολμᾶτο, οὔτε τὰ ἐν ἄλλοις τόποις, καὶ ἐν τῷ ναῷ συγκεχωρημένον. Ἡμῖν δὲ παρὰ τόπον B μέν κινδυνεύει ἡ ἐντολὴ· μάλιστα, ἐὰν τὰ τῆς ἱερωσύνης μυστήρια ἐπιτελῶμεν ἐν βεβηλοῖς τόποις· τοῦ τοιούτου πράγματος ἀποδείξειν μέν ἔχοντος τὴς καταφρονήσεως τοῦ ἐπιτελουμένου, σκανδαλίζοντος δὲ ἄλλων ἐπ’ ἄλλο τι πᾶθος πολυτρόπως διὰ τὴν τῶν πολλῶν ἐν τῇ γνώσει διάφορον ἀσθένειαν.