Ancient Greek
816.36 to 817.1
Basilius Theol., De Baptismo Libri Duo 816.36-817.1
Unproofread scanNot analysed yet
πέντε μωραὶ· αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν. Χρ- νίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἑκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν (31)· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἤγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρόνιμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ φρόνιμοι λέγουσαι· Μήποτε, οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν (32)· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ' αὐτοῦ (33) εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. ὑστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγ- δασκαλίαν ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ διακονῶν ἐν τῇ διακονίᾳ, καὶ τὰ ἐξῆς. </note> σαι· Κύριε, Κύριε, ἀνοίξον ἡμῖν· ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐταῖς· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὔδε τὴν ὥραν.