Ancient Greek
817.2
Basilius Theol., De Baptismo Libri Duo 817.2
Unproofread scanNot analysed yet
5. Διόπερ τὴν περὶ τοῦ αὐτοῦ κρίματος πολλάκις γινομένην (34) παραγγελίαν σφοδρότερον καθάπτεσθαι καὶ πιστεύεσθαι μᾶλλον εἰδὼς, καὶ ἐν ἑτέρῳ τόπῳ κατὰ τὸν αὐτὸν νοῦν εἰρημένην παραθήσομαι. Φησὶ δὲ αὐτὸς ὁ Κύριος· «Πολλοὶ ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. Ἀφ’ οὗ ἂν εἰσέλθῃ ὁ οἰκοδεσπότης, καὶ κλείσῃ τὴν θύραν, καὶ ἀρξήσεσ λέγειν, Κύριε, Κύριε, ἀνοίξον ἡμῖν, καὶ τότε ἀποκριθεὶς ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. Διὰ τοῦτο λέγω ὑμῖν, γίνεσθε ἕτοιμοι, ὅτι ἡ ὥρα οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· »καὶ πολλοῖς δμοίως. Εἰ δὲ δεῖ καὶ τὸν Ἀπόστολον προσκαλεῖσθαι εἰς μαρτυρίαν, ἀκούσωμεν αὐτοῦ μνημονεύσαντος μετὰ τοῦ προφήτου λέγοντος· «Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· »ἐπενεγκώντος δὲ τὸ παρ’ ἑαυτοῦ· «Ἴδου νῦν καιρὸς εὐπρόσδικτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· »καὶ πάλιν· «Ἀφ’ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας μέν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. »Εἰ δὲ καὶ ἄλλης μαρτυρίας χρεία, μνημονεύσωμεν (35) τοῦ Δαβὶδ εἰπόντος· «Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· »καὶ τοῦ Σολομῶντος κατὰ κοινον (36) ὁρισάμενου, ὅτι Πάντα καλὰ ἐν καιρῷ αὐτῶν.