Ancient Greek
820.2 to 820.39
Basilius Theol., De Baptismo Libri Duo 820.2-39
Unproofread scanNot analysed yet
A οὕτως :«Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Ἀγνοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες ἵστησαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάχθησαν. »Διόπερ ὁ Ἀπόστολος, τῇς πρὸς θεὸν εὐαρεστήσεως γνησίως πεφροντικώς, μετὰ τὴν διήγησιν τῶν ἐν τῷ νόμῳ ἀνωτάτω κατορθωθέντων αὐτῷ δικαιωμάτων ἐπιφέρει :«Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι διὰ τὸ ὑπέρχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι' ὃν τὰ πάντα ἐξῃμιώθην, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχον ἑμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τὸ γνῶναι αὐτόν, »καὶ τὰ ἕξης. Διὰ δὲ τούτων καὶ τῶν τοιούτων B ἡμᾶς παιδεύει πολὺ περισσοτέρως φυλάσσεσθαι ἐπείσα- γαγεῖν ποτε τῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κανόνι τῇς πρὸς θεὸν εὐαρεστήσεως ἀνθρωπίνην δι- καίονσιν. 7. Παρὰ μέτρον δὲ, ἀρκεῖν ἡγοῦμαι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεύσαι πρὸς ἀντιδιαστολὴν τοῦ μέτρου τῆς παλαιᾶς ἀγάπης (γέγραπται δὲ «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, »)εἰπόντος :«Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ὑμᾶς ἠγάπησα. Μεῖζον ταύτης ἀγάπης οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. »Καὶ καθόλου περὶ πάντων (38) ὁμῶ τῶν δικαιωμάτων ἐστι μαθεῖν παρ' αὐτοῦ τοῦ Κυρίου διορισάμενον :«Ἐὰν μὴ περισ- C σείσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. »Παρὰ τάξιν δὲ καὶ ἀκολουθίαν, ὅταν τὰ πρῶτα ἐν δευτέρῳ τόπῳ ἢ τρίτῳ τις σπουδάζῃ, καὶ τὰ ἐν τρίτῳ τόπῳ προστεταγμένα ἀρχὴν ἐνι- σῆται τῶν προτεταγμένων (39). Τοῦ γὰρ Κυρίου προσταζόντος τῷ εἰπόντι, «Ταῦτα πάντα ἐφυλάξαμην ἐκ νεότητός μου, »τὸ, «Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἄρον τὸν σταυρόν σου, καὶ δεῦρὸ ἀκολούθει μοι :»εἰ τις τὴν μηδὲν πεποι- κότι τῶν προτεταγμένων, τὸ δεύτερον, «Ἀκολούθει (40) μοι, »ἐπιτρέποι :καὶ ὡς πάλιν λέγοντος τοῦ