Ancient Greek
817.3
Basilius Theol., De Baptismo Libri Duo 817.3
Unproofread scanNot analysed yet
6. Παρὰ πρόσωπον δὲ, ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ, ὡς ἐπὶ τοῦ Κορέ, καὶ τολμησάντων ἐπεισελθεῖν τῇ μὴ δοθείσῃ αὐτοῖς ἱερωσύνῃ, καὶ ὑποπεσόντων ἀποτομίᾳ ὀργῆς εἰς διέθρον καὶ ἀπωλείαν ὀριχωδεστάταν· παρ’ αὐτοῦ δὲ τοῦ Κυρίου παιδευόμεθα ἀσφαλίζεσθαι (37), εἰπόντος πρὸς τοὺς μαθητάς· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα ὀκοῦ Ἰσραήλ· »πρὸς δὲ τὴν γυναῖκα· «Οὐκ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. »Παρὰ πρᾶγμα δὲ, ἐκ μὲν τῆς Παλαιᾶς Διαθήκης, ὅταν, ἐντολῆς δοθείσης προσφέρειν θυσίαν ἀπὸ καθαρῶν καὶ ὁλοκληρῶν καὶ ἀμώμων, μὴ ἐκ τοιούτων προσενεχθῇ· περὶ οὗ ὁ Θεὸς εἶπε· «Προσάγαγε αὐτὸ τῷ ἀρχοντὶ σου, εἰ προσδέξεται αὐτό, εἰ λήψεται πρόσωπόν σου· »ἐκ δὲ τῆς Καινῆς Διαθῆκης παρ’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς προφητείας Ἠσαίου μνημονεύσαντος κατὰ τῶν Ἰουδαίων, ὅτι «Καλῶς προσεκύνησεν Ἠσαΐας περὶ ὑμῶν λέγων· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονται με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων· »παρὰ δὲ τοῦ Ἀποστόλου μαρτυρούντος μὲν τῇ συνειδήσει τῶν Ἰουδαίων, καταγινώσκοντος δὲ αὐτῶν ἐν τῇ διαφορᾷ τῆς δικαιοσύνης. Γράφει δὲ