Ancient Greek
823.1
Basilius Theol., De Baptismo Libri Duo 823.1
Unproofread scanNot analysed yet
καὶ κατὰ τῶν ἐπαινετῶν μὲν (53), μὴ ἐξ ὑγύους δὲ διαθέσεως γινομένων. Ἐν μὲν οὖν τῇ Παλαιᾷ Διαθῃκῃ ὁ προφήτης ἐν τῇ τοῦ δένδρου παραβολῇ περὶ τῶν ἁγίων εἶπεν· «Ὁ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ »ὁ δὲ Σολομὼν φησιν· «Ἔργα δικαίων ζωὴν ποιεῖ· καρποὶ δὲ ἀσεβῶν ἁμαρτία, »Ὦση δὲ λέγει· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς· »καὶ ὁ Μιχαίας· «Καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικοῦντων ἐν αὐτῇ, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν· »καὶ ἄλλοι προφῆται ἄλλα πλείονα. Ἄλλα ταῦτα μὲν ὡς λύχνος λαμπέτω· τὸ δὲ φῶς τὸ ἀληθινόν, ὁ τῆς δικαιοσύνης ἥλιος, αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τραγώτερον παρίστησι λέγων· «Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν· »καὶ ἄλλοχου B ὁμοίως. Ἔχοντες οὖν τὸ τῶν καρπῶν ὄνομα ἐπὶ τοῖς ἀλλήλων ἐναντίοις ὁμοίως κείμενον, λοιπὸν καταμάθωμεν, ποιοὶ μὲν εἰσὶ δένδρα ἀκαρπα, τίνὰ δὲ ὁ Ἀπόστολος λέγει ἔργα ἀκαρπα. Τὰ μὲν οὖν ἀκαρπα δένδρα δηλοῦνται (54) ἡμῖν παρὰ Ἰωάννου τοῦ Βαπτιστοῦ, εἰπόντος τοῖς καταξιωθεῖσι τοῦ βαπτίσματος εἰς ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ καθαρισθεῖσι ἀπὸ παντὸς μύπου· «Ποίησατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· »καὶ μετ’ ὀλίγα ἐπιφέροντος· «Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται· »θαλαγγύτερον δὲ ὁ Κύριος (55) διδάσκει, λέγων τοῖς μὲν ἐκ δεξιῶν ἐστῶσι, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· »καὶ τοὺς ἀγαθοὺς αὐτῶν καρποὺς δείκνυσι τοῖς C ἐπιφερομένοις· τοὺς δὲ ἐξ ἀριστερῶν κειμένους εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οἱ οὐχ ἁμαρτίας ἐργασίαν ἐγκαλεῖ, ἀλλ’ ἀρᾶν καρπῶν ἀγαθῶν. «Ἐπεῖνασα γάρ, φησί, καὶ οὐκ ἔδωκάτε μοι φαγεῖν, »καὶ τὰ ἕξης· ἥτις ἀργία τῆς μερίδος ἐποίησεν αὐτοὺς γενέσθαι τῶν ἁμαρτωλῶν, οἵτινες ἀγγελοι τοῦ διαβόλου καλοῦνται παρὰ τοῦ Κυρίου.