Ancient Greek
823.2
Basilius Theol., De Baptismo Libri Duo 823.2
Unproofread scanNot analysed yet
3. Τῆς διαφορᾶς οὖν φανερωθεῖσης τῶν τὰ ἐναντία καρποφορούντων, καὶ ἀκάρπων, λοιπὸν ἴδωμεν, τίν’ ἐστὶ μάλιστα ὃ λέγει ὁ Ἀπόστολος ἔργα ἀκαρπα. Ἐγὼ δὲ λογίζομενος οὐχ εὕρηκα μεταξὺ τοῦ νομίμως καὶ εὐαρέστως τῷ Θεῷ τὴν ἐντολὴν ἐργαζομένου, καὶ τοῦ τὸ κακὸν ἐργαζομένου, καὶ τοῦ μηδ’ D ἕτερον ποιοῦντος, εἰ μὴ τοὺς ποιοῦντας τὸ ἀγαθὸν, μὴ εὐαρέστως δὲ (56) τῷ Θεῷ κατὰ τι τῶν προειρημένων ἐν τῷ ἐρωτήματι, εἰ εὐπρόσδεκτόν ἐστιν· ἔργον ἐντολῆς, μὴ κατ’ ἐντολὴν γινόμενον, περὶ ὧν ὁ Κύριος λέγει, ὅτι ἀπέδουσι τὸ μισθὸν αὐτῶν· Ὡς (57) αἱ πέντε μωραὶ παρῆλθον, αἵτινες μαρτυροῦνται ὑπ’ αὐτοῦ τοῦ Κυρίου, ὅτι τε παρῆλθον, καὶ ὅτι τὰς λαμ-