Ancient Greek
826.1
Basilius Theol., De Baptismo Libri Duo 826.1
Unproofread scanNot analysed yet
A πολλοὶ τῶν μαθητῶν, ἀκούσαντες (67) τὸν λόγον τοῦτον, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη οὖν Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελεύσομεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. »Οἷς γὰρ οἱ ὑγιαίνοντες τὴν πίστιν πρὸς οἰκοδομὴν ἐχρῆσαντο τῆς πίστεως, καὶ περιποίησαν τῆς αἰωνίου σωτηρίας, τούτοις οἱ ἀσθενούντες τὴν γνῶσιν, ἢ τὴν πίστιν, διὰ τὴν ἰδίαν κακίαν, εἰς πρᾶξιν ἀπωλείας ἐχρῆσαντο, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Κυρίου ὅτι, «Οὗτος κείται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν· »οὐ κατὰ τὴν ἑαυτοῦ πρὸς (68) ἑαυτὸν ἐναντιότητα, ἀλλὰ κατὰ τὴν τῶν χρημένων ἀντικειμένην γνώμην, ὥσπερ καὶ ὁ Ἀπόστολος φησιν· «Οὓς μὲν ὀσμὴ ζωῆς εἰς ζωήν, οὓς δὲ ὀσμὴ θανάτου εἰς θάνατον. »