Ancient Greek
826.2
Basilius Theol., De Baptismo Libri Duo 826.2
Unproofread scanNot analysed yet
2. Ἐὰν δὲ τῇ ἰδίᾳ φύσει κακὸν ᾖ τὸ γινόμενον, ἢ τὸ λεγόμενον, ὁ ποιήσας αὐτό, ἢ ὁ εἰπών, καὶ τῆς ἰδίας ἁμαρτίας, καὶ τοῦ σκανδάλου ἔχει τὸ κρίμα, μὴν δ' ὁν γίνεται (69) τὸ σκάνδαλον μὴ σκανδαλισθῇ, ὡς ἐπὶ τοῦ Πέτρου μαθάνομεν, πρὸς τὸν λέγαν ὁ Κύριος, κωλυθεὶς πληρῶσαι τὴν οἰκονομίαν τῆς μέχρι θανάτου ὑπακοῆς· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ (70). »Καὶ ἡ ἐπενεχθεῖσα δὲ αἰτία ὀλίγῃ τὰ καθόλου ἰδιώματα τοῦ σκανδάλου ἐδείξατο· «Ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· »ὥστε ἡμᾶς εἰδέναι, ὅτι πᾶν φρόνημα ἐναντίως ἔχον τῷ φρονήματι τοῦ Θεοῦ, τοῦτο σκάνδαλόν ἐστι, καὶ εἰς ἔργον προελθὸν φονέως ἔχει τὸ κρίμα, κατὰ τὸ γεγραμμένον παρὰ Ἠσὲ τῷ προφήτῃ· «Ἐκρύψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίχμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ λαῷ. »Ἐὰν δὲ κατὰ μὲν τὸν ἴδιον λόγον ἢ τι τῶν (71) συγκεχωρημένων, λαμβάνηται δὲ ἐπὶ βλάβῃ, καὶ γένηται σκανδαλισμοῦ πρόφασις τοῖς ἀσθενοῦσι τὴν πίστιν ἢ τὴν γνῶσιν, ὁ ποιήσας οὐκ ἐκφεύγει τοῦ σκανδάλου τὸ κρίμα· τοῦ Ἀποστόλου λέγοντος περὶ τῶν τοιούτων (72), καὶ μὴ φειδομένων τῶν ἀσθενούντων· «Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. »Ὦστε, ὅταν ἢ τὸ γενόμενον (73) τῷ ἰδίῳ λόγῳ κακὸν ὑπάρχον αἴτιον γένηται σκανδαλισμοῦ, ἢ τι τῶν συγκεχωρημένων καὶ ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένων ὑπάρχον τῷ ἀσθενοῦντι τὴν πίστιν ἢ τὴν γνῶσιν γένηται σκάνδαλον, φανερὸν καὶ ἀπαραιτήτον ἔχει τὸ φοβερὸν ἐκεῖνο κρίμα τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον οὕτως· «Συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μῦλος ὄνιξ περὶ τὸν