Ancient Greek
826.3
Basilius Theol., De Baptismo Libri Duo 826.3
Unproofread scanNot analysed yet
ὅλον ἰδίωμα. τράγλον αὐτοῦ, καὶ ἐρρίπται εἰς τὴν θάλασσαν, ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.» (74) Πλατύτερον δὲ ἐν τοῖς πρώτοις ἐρωτήμασιν ἐξεθέμεθα, ἔνθα καὶ οἱ τρόποι τῶν σκανδαλίζομένων σαφέστερον ἐξη-τάσθησαν. Διόπερ ὁ Ἀπόστολος ἐπὶ τῶν συγχεχω-ρημένων φησί: «Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζῃ, ἢ ἀσθενεῖ· »καὶ πάλιν ἀλλahoῦ λέγων ὅτι, «Πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόλητον μετ’ εὐχαριστίας λαμβανόμενον· »ὅμως φησιν, Ὁὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφὸν μου σκανδαλίσω. »Εἰ δὲ ἐπὶ τῶν συγχεχω-ρημένων τοιούτων τὸ κρίμα, τί ἂν τις εἴποι περὶ τῶν κεχολυμένων; Διόπερ καθολικώτερον ἡμᾶς παιδεύει, λέγων: «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίους καὶ Ἕλληνας, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἑμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. »