Ancient Greek
827.4
Basilius Theol., De Baptismo Libri Duo 827.4
Unproofread scanNot analysed yet
1A ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος, «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΐς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, »δῆλον, ὅτι (75) καὶ πάντα ἀρχαιέστερον παιδευσόμεθα μνημονεύοντες αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος, ἡνίκα Ἰωάννης ὁ Βαπιστὴς εἶπεν αὐτῷ, «Ἐγὼ χρεῖαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; »ἀποκρινάμενου, ὅτι «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πάντα δικαιοσύνην· »ἐπὶ δὲ τῶν μαθητῶν, ἡνίκα ἀπηύξατο ὁ Πέτρος τοὺς ἐν Ἱερουσαλὴμ προφητευθέντας ὑπ’ αὐτοῦ τοῦ Κυρίου ἐπα-γέσθαι πειρασμούς, ἀγανακτικώτερον εἰπόντος· «Ὕπαγε ὀπίσω μου, Σατανά, σκάνδαλόν (76) μοι εἰ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· »καὶ πάλιν, ἡνίκα ὁ αὐτὸς Πέτρος παρητήσατο τὴν ὑπηρεσίαν διαθέσει τιμῆς τῆς πρὸς τὸν Δεσπότην, πάλιν εἰπόντος τοῦ Κυρίου ὅτι, «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. »Εἰ δὲ δεῖ πλεῖον βοηθηθῆναι τὴν ψυχὴν ἐκ τῶν ὁμογενῶν ὑποδείγμασι, μνηνεύσωμεν τοῦ Ἀποστόλου λέγοντος· «Τί ποιεῖτε κλαῖοντες, καὶ συνδρύπτοντές (77) μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἐτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. »Ποῖος δ’ ἂν ἡ ἐνδοξότερος Ἰωάννου, ἢ γνησιώτερος Πέτρου, ἢ λογισμοὶ τῶν