Ancient Greek
828.1
Basilius Theol., De Baptismo Libri Duo 828.1
Unproofread scanNot analysed yet
A ἐκείνοις ὑποπεσόντων φαίνειν ἂν εὐλαβέστεροι ; Ἐγὼ δὲ οἶδα, οὔτε Μωϋσῆς ὁ ἅγιος, οὔτε Ἰωνᾶς ὁ προφήτης, εἰς (78) ἀθέτησιν ὑπακοῆς χρησάμενοι λογισμοῖς, ἀνέγκλητοι ἐμείναν παρὰ Θεῷ. Δι ᾧν παιδευόμεθα μήτε ἀντιλέγειν, μήτε κωλύειν, μήτε κωλυόντων ἀνέχεσθαι. Εἰ δὲ τούτων (79) καὶ τῶν τοιούτων καθάπαξ ἐδίδαξεν ὁ λόγος μὴ ἀνέχεσθαι, πῶς μᾶλλον ἐπὶ τῶν λοιπῶν μιμεῖσθαι τοὺς ἁγίους ἀναγκαῖον ; ποτὲ μὲν εἰπόντας, «Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις »ποτὲ δὲ, «Εἰ δικαῖόν ἐστιν ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Οὐ δυνάμεθα γὰρ ἃ εἴδομεν, καὶ ἠκούσαμεν, μὴ λαλεῖν. »