Ancient Greek
241.1
Basilius Theol., De Fide 241.1
Unproofread scanNot analysed yet
γεν (74) εἰς δύναμιν. Ἐροῦμεν δὲ, οὐχ ὅσος ἐστὶν ὁ Θεός, ἀλλ’ ὅσον ἡμῖν ἐφικτόν. Οὐδὲ γάρ, ἐπειδὴ τὸν μεταξὺ οὐρανοῦ καὶ τῆς τόπον διαβῆναι δλὸν τοῖς ὀφθαλμοῖς ἀδυνατοῦμεν, ἤδη καὶ δσον δυνάμεθα καθορᾶν παραιτούμεθα· οὐδὲ καὶ νῦν διὰ μικρὸν ὀμμαλὶ τὴν εὐσέβειαν ἀποκληρώσωμεν, τῷ δὲ μεγάλῳ τῆς φύσεως συγχωρήσωμεν ἔχειν κατὰ παντὸς λόγου τὰ νικητήρια. Οὐδὲ γὰρ αἱ τῶν ἀγγέλων γλώσσαι (75), αἰτίνες ποτὲ εἰσιν, οὐδὲ αἱ τῶν ἀρχαγγέλων, μετὰ πάσης ὁμοῦ τῆς λογικῆς φύσεως συναχθεῖσαι, πολλοῦτο μέρους ἐφικτέσθαι δυνήσονται, μὴ δτι τῷ παντὶ ἑαυτὰς ἐξιώσασθαι. Σὺ δέ, εἰ βούλει περὶ Θεοῦ λέγειν τι ἢ ἀκούειν, ἄφες τὸ σῶμα σεαυτοῦ, ἄφες τὰς σωματικὰς αἰσθήσεις, κατάλειπε τὴν γῆν, κατάλειπε (76) τὴν θάλασσαν, κάτω σεαυτοῦ ποιήσων τὸν ἀέρα, παράδραμε ὥρας, καιρῶν εὐτάξεις, τὰς περὶ γῆν διακοσμήσεις· ὑπὲρ τὸν αἰθέρα γενοῦ· διάβηθι τοὺς ἀστέρας, τὰ περὶ αὐτοὺς θαύματα, τὴν εὐκοσμίαν αὐτῶν, τὰ μεγέθη, τὰς χρείας ὅσας παρέχονται τῷ παντὶ, τὴν εὐτάξιαν, τὴν λαμπρότητα, τὴν θέσιν, τὴν κίνησιν· ὅπως πρὸς ἀλλήλους σχέσεως ἢ ἀποστάσεως ἔχουσι. Πάντα διαδὸς τῷ λόγῳ, τὸν οὐρανὸν ὑπερβήσας, καὶ ὑπεράνω τοῦτο γενομένος, μόνῃ διανοίᾳ περιβλέψαι τὰ ἐκεῖ κάλλη, στρατιὰς ἐπουρανίας, χοροστασίας ἀγγέλων, τὰς τῶν ἀρχαγγέλων ἐπιστάσεις, τὰς δόξας τῶν κυριότητων, τὰς προεδρίας τῶν θρόνων, τὰς δυνάμεις, τὰς ἀρχάς, τὰς ἐξουσίας. Διαβαρμὼν τὸ σύμπαντα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀνανεύσας τοῖς λογισμοῖς, καὶ ἐπέκεινα (77) τοῦτον τὸν νοῦν ἀνυψῶσας, ἔννοήσον τὴν θείαν φύσιν· ἀσώματον, ἀσπερτον, ἀναλλοίωτον, ἀπαθῆ, ἀπλῆν, ἀσύνθετον, ἀδιαίρετον, φῶς ἀπρόσιτον (78), δύναμιν ἀρατον, μέγεθος ἀπεριόριστον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυμητήν, κάλλος ἀμήχανον, σφοδρῶς μὲν τῆς τετραμμένης ψυχῆς καθαπτομένου, λόγῳ δὲ δηλωθῆναι πρὸς ἀξίαν ἀδύνατον.