Ancient Greek
241.2
Basilius Theol., De Fide 241.2
Unproofread scanNot analysed yet
2. Ἐκεῖ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἡ ἀκτιστὸς φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ φυσικὴ ἀγαθότης. Πατὴρ ἡ πάντων ἀρχή, ἡ αἰτία τοῦ εἶναι τοῖς οὖσιν, ἡ ρίζα τῶν ζώντων. Ὦθεν προῆλθε ἡ πηγὴ τῆς ζωῆς, ἡ σοφία, ἡ δύναμις, ἡ εἰκὼν ἡ ἀπαράλλακτος τοῦ ἀοράτου Θεοῦ, ὁ ἐκ τοῦ Πατρὸς γεννηθεὶς Υἱός, ὁ ζῶν Λόγος, ὁ Θεὸς ὤν, καὶ πρὸς τὸν Θεὸν ὤν· ὤν, οὐχὶ προγενόμενος (79)· ὑπάρχων πρὸ τῶν αἰώνων, οὐχὶ προσκτιθεὶς ὑστερον· Υἱός, οὐχὶ κτῖσμα· ποιητής, οὐχὶ ποίημα· κτίστης,