Ancient Greek · ~3 min
Page 186
Basilius Theol., De spiritu [Sp.] 186
Not analysed yet
ἀναχωρεῖ τοῦ οἰκεῖν ἐν τῇ πίστει τοῦ ζητουμένου, ἀλλὰ λέγει κατὰ τὸν μακάριον Δαβίδ· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν· Καὶ κατὰ τὸν πατέρα τοῦ σεληνιαζομένου· Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. Τοῦτον οὖν ἔχοντες τὸν σκοπόν, ζητήσωμεν μετὰ πίστεως περὶ τῆς τοῦ ἁγίου Πνεύματος φύσεως, παρ' αὐτοῦ ζητήσαντες τοῦ ζητουμένου τὴν γνῶσιν. Αὐτὸ γάρ ἐστι τὸ ζητούμενον, καὶ αὐτὸ τὸ παρέχον τὴν περὶ ἑαυτοῦ γνῶσιν. Ὡς δὲ καὶ διὰ τῶν θείων γραφῶν μεμαθήκαμεν παρ' αὐτοῦ, αὐτό ἐστιν ὁ τοὺς ἁγίους, ἁγίους ἐποίησε καὶ τὴν θείαν ζωὴν παρέχει τοῖς αἰτοῦσι παρ' αὐτοῦ τὸν θεόν. Τῶν δὲ λαμβανόντων ἀνάγκη εἶναι τιμιωτέραν, γινομένων τούτων