Ancient Greek · ~2 min
Page 187
Basilius Theol., De spiritu [Sp.] 187
Not analysed yet
ἁγίων ὅταν αὐτὸ ἐπιφοιτήσῃ καὶ φθειρομένων, ὅταν αὐτὸ καταλίπῃ· αὐτὸ δὲ ἔστιν ἀεὶ πηγὴ ὂν τῆς ἀϊδίου ζωῆς. Τίς δὲ ὁ τρόπος τῆς χορηγίας τοῦ εἶναι αὐτὸ ἔν τε τοῖς πᾶσι καὶ ἐν τοῖς καθ' ἕκαστον σκοπείτω διάνοια ἀξία τοῦ σκοπεῖν γενομένη, ἀπαλλαγεῖσα ἀπάτης καὶ αἱρέσεως καὶ τῶν γοητευουσῶν γυναικῶν τὰς ἄλλας. Προσίτω δὲ ἡσύχῳ τῇ καταστάσει. Ἥσυχον δὲ αὐτῆς ἔστω μὴ μόνον τὸ περικείμενον σῶμα καὶ ὁ τοῦ σώματος κλύδων,