Ancient Greek · ~2 min
Page 189
Basilius Theol., De spiritu [Sp.] 189
Not analysed yet
εἰς ἀνθρώπου σῶμα ἔδωκε μὲν ζωήν, ἔδωκε δὲ ἀθανασίαν, ἔδωκεν ἁγιασμόν, ἤγειρε δὲ κείμενον. Τὸ δὲ κινηθὲν κίνησιν ἀίδιον ὑπὸ Πνεύματος ἁγίου ζῷον ἅγιον ἐγένετο· ἔσχε δὲ ἀξίαν ἄνθρωπος, Πνεύματος εἰσοικισθέντος προφήτου, ἀποστόλου, ἀγγέλου Θεοῦ ὢν πρὸ τούτου γῆ καὶ σποδός. Γένοιτο δὲ ἂν φανερωτέρα καὶ ἐναργεστέρα τοῦ Πνεύματος ἡ δύναμις καὶ ἡ φύσις ἥ τις ἐστίν, εἰ ἐνθυμηθείημεν ὅπως περιέχει καὶ ἄγει τῷ ἑαυτοῦ βουλήματι τοὺς ἁγίους καὶ πᾶσαν τὴν λογικὴν φύσιν. Ἅπαντι μὲν γὰρ τῷ πλήθει τῶν οὐρανίων δυνάμεων καὶ τῷ πλή-