Ancient Greek · ~2 min
Page 188
Basilius Theol., De spiritu [Sp.] 188
Not analysed yet
ἀλλὰ καὶ πᾶν τὸ περιέχον· οὐρανός, γῆ, θάλασσα καὶ τὰ ἐν τούτοις λογικά. Καὶ νοείτω τὰ πάντα πληρούμενα καὶ παντόθεν εἰς αὐτὰ ἑστὼς τὸ Πνεῦμα οἷον εἰσρέον καὶ εἰσχυθὲν καὶ παντόθεν εἰσιὸν καὶ εἰσλάμπον· πνεῦμα γὰρ κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει Θεοῦ· εἰσλάμπει δὲ ἐν πᾶσι τοῖς ἀξίοις· καθάπερ γὰρ ἡλίου βολαὶ φωτίσασαι νέφος καὶ λάμπειν ποιοῦσι χρυσοειδῆ ὄψιν ποιοῦσαι, οὕτω καὶ Πνεῦμα ἅγιον ἐπελθὸν