Ancient Greek · ~2 min
Page 193
Basilius Theol., De spiritu [Sp.] 193
Not analysed yet
οὕτω καὶ τὸ θεοῖς αἴτιον τοῦ θεοὺς εἶναι, ἀνάγκη Θεὸν εἶναι. Οὕτω δὴ τοιούτου ἀγαθοῦ καὶ θειοῦ ὄντος κτήματος τοῦ Πνεύματος, πιστεύσας ἤδη τῷ τοιούτῳ, Χριστὸν τὸν τούτου χορηγὸν ἐπιζητεῖν μὴ δειλία· οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ· καὶ ἣν προΐεται δὲ ζωὴν εἰς ἄλλου ὑπόστασιν τὸ Πνεῦμα, οὐ χωρίζεται αὐτοῦ ἀλλ' ὥσπερ πυρὸς τὸ μέν ἐστιν ἡ συνοῦσα θερμότης, τὸ δὲ ἣν παρέχει τῷ ὕδατι ἢ ἑτέρῳ τινὶ τῶν τοιού-