Ancient Greek · ~2 min
Page 194
Basilius Theol., De spiritu [Sp.] 194
Not analysed yet
των, οὕτω καὶ αὐτὸ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ζωήν, καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θείαν καὶ οὐράνιον κεκτημένοι. Πάντα γὰρ ἐν ἑαυτῷ τὰ ἀθάνατα περιέχει, νοῦν πάντα, ἄγγελον πάντα, ψυχὴν πᾶσαν, καὶ οὐδὲ ζητεῖ μεταβολὴν εὖ ἔχον οὐδὲ μετελθεῖν πάντα παρ' ἑαυτῷ ἔχον· ἀλλ' οὐδὲ αὔξησιν ἐπιζητεῖ τελειότατον ὄν. Διὸ καὶ παρ' αὐτῷ πάντα τέλεια, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, σοφία, σύνεσις, βουλή, ἀσφάλεια,