Ancient Greek · ~3 min
Page 195
Basilius Theol., De spiritu [Sp.] 195
Not analysed yet
εὐσέβεια, γνῶσις, ἁγιασμός, ἀπολύτρωσις, πίστις, ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων καὶ ὅσα τούτοις παραπλήσια, οὐδὲν ἔχον ἐν ἑαυτῷ ἐπίκτητον, ἀλλ' ἀϊδίως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός, αἴτιον αὐτὸν ἔχον ὡς πηγὴν ἑαυτοῦ κἀκεῖθεν πηγάζον· πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν. Ἀλλὰ τὸ μὲν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι· τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσι. Τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ· ἐξέχεεν, οὐκ ἔκτισεν· ἐχαρίσατο, οὐκ ἐποίησεν· ἔδωκεν, οὐκ ἐδημιούργησεν· ἐκ παραλλήλου τὰ αὐτὰ λέγω, ἐπειδή σε πανταχόθεν ἑδραῖον εἶναι δεῖ. Ὁ παρὰ τούτου τοῦ Πνεύματος διδασκόμενος τί εἴπῃ ἐν τῇ τῶν ἀνακρινόντων ἀπολογίᾳ, διδακτὸς Θεοῦ ἀκούει παρὰ τοῦ προφήτου φήσαντος· καὶ ἔσονται πάντες διδακ-