Ancient Greek
230.3
Basilius Theol., In Ebriosos 230.3
Unproofread scanNot analysed yet
Κατὰ μεθυστῶν. 1. Κινεῖ μὲν με πρὸς τὸν λόγον τὰ ἑσπερινὰ θεάματα· κατέχει δέ μου πάλιν τὴν ὀρμὴν, καὶ ἀπαμβλύνει τὴν προθυμίαν τῶν προλαβόντων πόνων τὸ ἄκαρπον. Ἐπεὶ καὶ γεωργός, τῶν πρώτων αὐτῷ σπερμάτων μὴ ἐκφυέντων, ὀκνηρότερος ἐστὶ πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκατασπάλλειν (20). Εἰ γὰρ ἐπὶ τοσαύταις παραίνεσεσιν, ἃς ἐν τῷ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπομεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τούτων τῆς νηστείας ἐβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρόμενοι