Ancient Greek
231.1
Basilius Theol., In Ebriosos 231.1
Unproofread scanNot analysed yet
ὑμῖν (21) τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπανασάμεθα, οὐδὲν γέγονεν ὠφελος· ἐπὶ ποίας ἐλπίσι διαλεχθῶμεν σήμερον; "Ὡ πόσας νύκτας εἰκῇ τῇρυνήσατε! πόσας ἡμέρας εἰκῇ συνθροολογήσατε! εἰ γε καὶ εἰκῇ. Ὁ γὰρ ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνἕθειαν, οὐ μόνον τὸν ἐπὶ τοῖς πεποιημένοις (22) μισθὸν ἐξῃμιώθη, ἀλλὰ καὶ βαρύτερας ἀξιοῦται τῆς κατακρίσεως· ὅτι, γευσάμενος καλὸν Θεοῦ ῥῆμα, καὶ γνώσεως μυστηρίων ἀξιώθεὶς, πάντα προέδωκεν (23), ἧδονῇ βραχεῖα δειλασθείς. Ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ὅτιν ἐλέους· δυνατὸς δέ, φησὶ, δυνατῶς ἐτασθήσονται. Μία ἐσπέρα, καὶ μία προσβολὴ (24) τοῦ ἐχθροῦ πάντα τὸν πόνον ἐκεῖνον διέλυσε καὶ ἠφάνισε. Ποία οὖν προθυμία τοῦ νῦν λόγου; ὅτιε κἂν ἐαυτήσῃ, εἰ ἴσως, εἰ μὴ ἐφοδοῦμεν τὸ ὑπόδειγμα τοῦ Ἰερεμίου, ὃς, πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἐπαθεν ἐκεῖνα ἀπερ αὐτὸς διηγήσατο· ὅτι ἐγένετο αὐτῷ πῦρ ἐν τοῖς ἐγκάτοις, καὶ παρεῖτο πάνθυσθαι, καὶ οὐκ ἠδύνατο φέρειν. Γυναῖκες ἀκόλαστοι, ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου κατακριθησασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθίσθαι ἐν τοῖς οἴκοις, καὶ ἑνοῖσαν λαμβάνειν τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ἀνοίγονται μὲν οἱ οὐρανοί, ἐπιφανήσεται δὲ ἡμῖν ὁ κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀντίδοσις (25) ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ καθαίρειν μὲν ἑαυτὰς τὰς καρδίας ἀπὸ πονηρῶν ἐνθυμήσεων, ἐξ- C αλείφειν δὲ τοὺς δάκρυσι τὰ προημαρτημένα, ἐτοιμάζεσθαι δὲ πρὸς τὴν ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ἀποσεισάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, ρίψασαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς εὐσχημοσύνης καλύμματα, καταφρονήσασαι τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, καταναίσχυντήσασαι πάσης ἀρἔνος ὄψεως, σοβοῦσαι τὰς χώρας, σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, ὀφθαλμῷ ἀσελγεί, γέλωτι ἐκκεχυμένῳ (26) πρὸς ὀργῆσιν ἐκμανεῖσαι, πᾶσαν νέων ἀκολασίαν ἐφ' ἑαυτὰς προσκλοῦμεναι, ἐν τοῖς πρὸ (27) τῆς πόλεως μαρτυρίοις χοροὺς συστησάμεναι, ἐργαστήριον τῆς οικείας αὐτῶν ἀγνημοσύνης τοὺς ἡγιασμένους τόπους πεποιήκται. Ἐμίλαναν μὲν τὸν ἄερα τοῖς ἄσμασι τοῖς πορνικοῖς, ἐμίλαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις