Ancient Greek
232.3
Basilius Theol., In Ebriosos 232.3
Unproofread scanNot analysed yet
2. Μέθη, ὁ αὐθαιρετος δαίμων, ἐξ ἡδονῆς ταῖς ψυχαῖς ἐμβαλλόμενος, μέθη, κακίας μήτηρ, ἀρετῆς ἐναντίωσις, τὸν ἀνδρείον δειλὸν ἀποδείκνυσι, τὸν σώφρονα ἀσελγή· δικαιοσύνην οὐκ οἶδε, φρόνησιν ἀναιρεῖ. Ὅσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι πυρί, οὕτως ἀμέτρία οἴνου λογισμὸν κατασβέννυσι (29). Διὰπερ ὤκουν τι λέγειν κατὰ μέθης, οὐχ ὡς περὶ μικροῦ τινος κακοῦ ἢ παραφθηναι ἀξίου, ἀλλ' ὡς οὐδὲν ὠφελεῖν παρεχομένου τοῦ λόγου. Εἰ γὰρ ὁ μεθύων παραφρονεῖ καὶ ἐσκόπται, εἰκῇ λαλεῖ ὁ ἐπιτιμῶντὸν τῷ μὴ ἀκούοντι. Τίσιν οὖν διαλεχθῶμεν; εἴπερ ὁ μὲν χρήζων τῆς παραίνεσεως οὐκ ἀκούει τῶν λεγομένων· ὁ δὲ σωφρονὼν καὶ νήφων οὐ δεῖται (30) τῆς ἐκ τοῦ λόγου βοηθείας, καθαρεύων τοῦ πάθους. Τί οὖν χρήσομαι τοῖς παρούσιν, εἰ καὶ ὁ λόγος ἀχρηστος, καὶ ἡ σιωπὴ ἀπρος; Παρίδωμεν τὴν ἐπιμέλειαν; Ἄλλ' ἐπικίνδυνός ἡ ἀμελεία. Ἄλλὰ φληγομαὶ τι κατὰ τῶν μεθυόντων; Ἄλλ' εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν. Μήποτε οὖν, ὡς ἐπὶ τῶν λοιμικῶν νοσημάτων οἱ τῶν σωμάτων θεραπευταὶ τοὺς μὲν ὑγιαίνοντας τοῖς προφυλακτικοῖς βοηθήμασιν ἀσφαλίζονται, τοῖς δὲ κεκρατημένοις ὑπὸ τοῦ πάθους οὐκ ἐγχειροῦσι· οὕτω καὶ ἡμῖν ἐξ ἡμισείας ἔχει (31) ὁ λόγος τὸ χρήσιμον· φυλαχὴν ὑποδεικνὺς τοῖς ἀπαθέσιν, οὐκ ἀπαλλαγὴν καὶ ἴασιν τοῖς ὑπὸ τοῦ πάθους κεκρατημένοις.