Ancient Greek
232.4
Basilius Theol., In Ebriosos 232.4
Unproofread scanNot analysed yet
3. Τίνι διενγνοχας τῶν ἀλόγων, ὦ ἄνθρωπε; Οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε, ἀρχὸν καὶ κύριον ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφελόμενος ἑαυτὸν τὴν φρόνησιν διὰ τῆς μέθης, Παρασυνθελίσθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὲ καὶ τῶν βοσκημάτων φαίνω ἂν ἐγωγε ἀλογωτέρους εἶναι τοὺς ἐν τῇ μέθῃ· εἴπερ τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένα ἔχει τὰς πρὸς τὴν μίξιν ὁρμὰς, οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπλήσαντες (32), πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς καὶ ἡδονὰς συνελκύουνται. Καὶ οὐ τοῦτο μόνον τὴν ἀλογίαν αὐτοῖς ἐμποιεῖ,