Ancient Greek
233.1
Basilius Theol., In Ebriosos 233.1
Unproofread scanNot analysed yet
ἀλλὰ καὶ τῶν αἰσθήσεων παρατροπὴ χειρόνα παντὸς κτήνους ἀποδείκνυσι τὸν μεθύνοντα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει καὶ οὕτω παρακούει ὡς ὁ μεθύων; Οὐκ ἀγνοοῦσι μὲν τοὺς οικειοτάτους, προτρέχουσι δὲ πολλάκις τοὺς ἀλλοτρίους ὡς τοὺς συνηθεσιν; Οὐ τὰς οἰκίας διαπτήδουσι πολλάκις ὡς ὀχετοὺς ἢ φάραγγας; Ἦγουν δὲ αὐτοῖς (33) καὶ ψόφων, οἷονεὶ θαλάσσης κυμανούσης, τὰ ὦτα πεπλήρωται· ἡ δὲ γῆ πρὸς τὸ ὀρθιον διανιστάσθαι δοκεῖ, καὶ τὰ δρῆ περιτρέχειν ἐν κύκλῳ. Οὕτω ποτὲ μὲν γελῶσιν ἀπαυστα, ποτὲ δὲ ὀδυνῶνται καὶ κλαίουσιν ἀπαργύρητα. Καὶ νῦν μὲν θρασεῖς εἰσι καὶ ἀτόνητοι, νῦν δὲ καταφόβοι καὶ δειλοὶ. Τοιούτοι ὑπνοὶ μὲν βαρεῖς καὶ δυσανάφοροι καὶ πνιγώδεις, καὶ τῷ ὄνει θανάτῳ γείτονες, αἱ δὲ γρηγορήσεις (34) τῶν ὑπνῶν ἀναίσθητότεραι. Ἐνὶ ὕπνῳ γὰρ αὐτοῖς ἐστιν ὁ βίος, ὁ γῆ, ἱμάτιον οὐκ ἔχοντες, οὐδὲ τὸ φάγαι εἰς τὴν αὔριον, βασιλεύουσι καὶ στρατοπέδων ἄρχουσιν ἐν τῇ μύθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρήματα διανέμουσι. Τοιούτων φαντασιῶν καὶ ἀπάτης τοσαύτης περιέων ὁ οἶνος τὰς καρδίας αὐτῶν πληροῖ. Ἕτεροι δὲ εἰς τὰ ἐναντία περιάγονται πάθη. Δυσέλπιδες εἰσι, καὶ κατηφείς, καὶ ὀδυνηροὶ, καὶ δακρυόδεις, καὶ φοβοδείς, καὶ εὐπτόητοι. Ὁ αὐτὸς οἶνος ἐν διαφόροις σωμάτων ἕξει διάφορα τὰ πάθη ταῖς ψυχαῖς ἐργαζόμενος. Οἱ μὲν γὰρ ἂν διὰχυσιν τοῦ αἵματος ἐπιποιήσῃ πρὸς τὴν ἐπιφάνειαν ἐξανθούση, φαιδροὺς καὶ ἡδεῖς καὶ γεγαυμένους αὐτοὺς ἀποδείκνυσιν· ὅν δ’ ἂν ὑπὸ τοῦ βάρους καταπιλῆσῃ τὴν ξῖνα, συστῆλλον αὐτῶν καὶ καταπιέζων τὸ αἷμα, πρὸς τὴν ἐναντίαν αὐτοὺς παρίδειν διάθεσιν. Καὶ τί δεῖ λέγειν τῶν λοιπῶν παθῶν τὸν ὄχλον; τὰς δυσχολίας τοῦ ἤθους; τὸ εὐπαρόξυνον; τὸ μεμφίμορον; τὸ δυσήρμονον τῆς ψυχῆς; τὴν κραυγήν; τὸν ὀρβον; τὸ πρὸς πᾶσαν ἀπάτην εὐπαραγωγόν; τὸ πρὸς τὰς ὀργὰς ἀταμίευτον;