Ancient Greek
238.1
Basilius Theol., In Ebriosos 238.1
Unproofread scanNot analysed yet
A ταξιν ἐποίησας τὸ συμπόσιον. Ἐκβάλλεις τοὺς νεανίσκους χειραγωγουμένους, ὡς τραυματίας ἀπὸ πολέμου · ἐνέκρωσας τὴν ἄκμην τῆς νεότητος ἀπὸ οἴνου · καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρόν, ὀλω τὴν ζωὴν αὐτοῦ κατασβέσας. Ὅταν δὲ νομισθῶσι διαχορεῖς (59) εἶναι τοῦ οἴνου, τότε τοῦ πίνειν ἀρχονται, καὶ πίνουσι τὸν τῶν κτηνῶν τρόπον, ὡς ἀπὸ κρήνης αὐτοχεοῦ, ἰσαρίθμους τοῖς ἀνακειμένοις τοὺς κρονοὺς ἀρμεῖσης. Προϊόντος γὰρ ἤδη τοῦ πότου, ἐπεισέρχεται τις αὐτοῖς νεανίας, γενναῖος τοὺς ὤμους, οὔπω μεθύων, φιάλην φέρων εὐμεγέθη οἴνου κατεψυγμένου · δς, τὸν οἰνοχόον αὐτῶν παρωσαμένος, καταστάς (60) εἰς τὸ μέσον, διὰ σχολίων σωλῆνων ἴσην τοῖς συμποταῖς διανέμει τὴν μέθην. Καινὸν τοῦτο τῆς ἀμετρίας τὸ μέτρον, ἵνα κατ' ἰσομορίαν ἀλλήλοις συνασχηλαίνωσι, μηδένα ὑπερβάλλειν ἐν τῷ πίνειν τὸν ἕτερον. Διελομένοι γὰρ τὰς ὑδροφόρας, καὶ τὴν πρὸς ἑαυτὸν ἑκάστου τετραμμένην ὑποδεξάμενοι, ὥσπερ ἀπὸ τινὸς δεξαμένης ἀπνευστὶ πίνουσι ὡς οἱ βόες, τοσοῦτον ὑφέλκειν (61) ἐπειγόμενοι τοὺς λαιμούς, ὅσον αὐτοῖς ἀνωθεν ὁ ψυκτήρ διὰ τῶν ἀργυρέων ὀχετῶν ἐπαφήσει. Κατάκυψόν σου πρὸς τὴν ἀθλίαν γαστέρα · κατάμαθε τοῦ ὑποδεχομένου ἀγγείου τὸ μέγεθος· ὅτι μὲς κοτύλης (62) ἔχει κοιλότητα. Μὴ πρὸς τὴν οἰνοχόην ἀφόρα, πότε κενώσης, ἀλλὰ πρὸς τὴν σεαυτοῦ κοιλίαν, ὅτι πάλαι πεπλήρωται. Διὰ τοῦτο, Οἷοι οἱ ἐγείρομενοι τὸ πρωὶ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ, καὶ διαπρεῦντες ἐν τῇ μέθῃ · ὡς μηδένα καιρὸν ἑαυτοῖς παρέχειν εἰς τὰ ἔργα Κυρίου ἐμβλέπειν. καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ κατανοεῖν. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει · διότι τὸ ἐκ τοῦ οἴνου θερμόν, ἐγγινόμενον τῇ σαρκί, ἕξαγμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν μὲν γὰρ λογισμόν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει · τὰ δὲ πάθη καὶ τὰς ἡδονὰς ὡσπερ τὶ σμήνος μελισσῶν ἐγείρει. Ποῖον γὰρ ἄρμα πώλων οὕτως ἀτάκτως φέρεται, ἀποβαλόν (63) τὸν ἡνιόχον; Ποῖον δὲ πλοῖον ἀκυβέρνητον, ὑπὸ τῶν κυμάτων, ὡς ἂν τύχῃ, φερόμενον, οὐχ ἀσφαλέστερόν ἐστι τοῦ μεθύοντος;