Ancient Greek
238.2
Basilius Theol., In Ebriosos 238.2
Unproofread scanNot analysed yet
8. Ἀπὸ τοιούτων κακῶν, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, κοινοὺς συστησάμενοι χορούς, δαιμονίῳ σινηρῷ τὰς ψυχὰς παραδόντες, ἀλλήλους ταῖς ἁχίαι τῶν παθῶν ἀνετίτρωσκον. Γέλως τε παρ' ἀμφοτέρων, ἄσματα αἰσχρά, σχήματα πορνικά, ἐρεθίζοντα πρὸς ἀσελγειαν. Γελᾷς, εἴπέ μοι, καὶ τέτρη τέργιν ἀχθλαστον, δακρύειν δέον (64) καὶ στενέειν ἐπὶ τοῖς φθασάσιν; Ἄσματα πόρνης φθέγγῃ, ἐκβαλὼν τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους, οὓς ἐδιδάχης. Κινεῖς πόδας, καὶ ἐξάλλῃ ἐμμανῶς (65), καὶ χορεύεις ἀχόρευστα, δέον τὶ γόνατα